Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.81.4 Hdt. 4.83.1 (English) >>Hdt. 4.85.2

4.82.1 θωμάσια δὲ χώρη αὕτη οὐκ ἔχει, χωρὶς ὅτι ποταμούς τε πολλῷ μεγίστους καὶ ἀριθμὸν πλείστους. τὸ δὲ ἀποθωμάσαι ἄξιον καὶ πάρεξ τῶν ποταμῶν καὶ τοῦ μεγάθεος τοῦ πεδίου παρέχεται, εἰρήσεται. ἴχνος Ἡρακλέος φαίνουσι ἐν πέτρῃ ἐνεόν, τὸ ἔοικε μὲν βήματι ἀνδρός, ἔστι δὲ τὸ μέγαθος δίπηχυ, παρὰ τὸν Τύρην ποταμόν. τοῦτο μέν νυν τοιοῦτό ἐστι, ἀναβήσομαι δὲ ἐς τὸν κατʼ ἀρχὰς ἤια λέξων λόγον.

ch. 83 4.83.1 παρασκευαζομένου Δαρείου ἐπὶ τοὺς Σκύθας καὶ ἐπιπέμποντος ἀγγέλους ἐπιτάξοντας τοῖσι μὲν πεζὸν στρατόν, τοῖσι δὲ νέας παρέχειν, τοῖσι δὲ ζεύγνυσθαι τὸν Θρηίκιον Βόσπορον Ἀρτάβανος Ὑστάσπεος, ἀδελφεὸς ἐὼν Δαρείου, ἐχρήιζε μηδαμῶς αὐτὸν στρατηίην ἐπὶ Σκύθας ποιέεσθαι, καταλέγων τῶν Σκυθέων τὴν ἀπορίην. 4.83.2 ἀλλʼ οὐ γὰρ ἔπειθε συμβουλεύων οἱ χρηστά, μὲν ἐπέπαυτο, δέ, ἐπειδή οἱ τὰ ἅπαντα παρεσκεύαστο, ἐξήλαυνε τὸν στρατὸν ἐκ Σούσων.

ch. 84 4.84.1 ἐνθαῦτα τῶν Περσέων Οἰόβαζος ἐδεήθη Δαρείου τριῶν ἐόντων οἱ παίδων καὶ πάντων στρατευομένων ἕνα αὐτῷ καταλειφθῆναι. δὲ ἔφη ὡς φίλῳ ἐόντι καὶ μετρίων δεομένῳ πάντας τοὺς παῖδας καταλείψειν. 4.84.2 μὲν δὴ Οἰόβαζος περιχαρὴς ἦν, ἐλπίζων τοὺς υἱέας στρατηίης ἀπολελύσθαι. δὲ ἐκέλευσε τοὺς ἐπὶ τούτων ἐπεστεῶτας ἀποκτεῖναι πάντας τοὺς Οἰοβάζου παῖδας.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.81.4 Hdt. 4.83.1 (English) >>Hdt. 4.85.2

Powered by PhiloLogic